ΜΕΓΑΣ ΣΥΝΑΞΑΡΙΣΤΗΣ

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού,Ελέησόν με τον αμαρτωλόν





  • banner

  • banner

  • banner


Μνήμη Βαρβαρικῆς Ἐπιδρομῆς

Ημ. Εορτής: 7 Αυγούστου
Ημ. Γέννησης:
Ημ. Κοιμήσεως:
Ημ. Ανακομιδής Λειψάνων:
Πολιούχος:
Λοιπές πληροφορίες:
Εορταζόμενο όνομα:

Ἡ ἐπιδρομὴ αὐτὴ τῶν Περσῶν δὲν ἀναφέρεται ἀπὸ τὸν Ἅγιο Νικόδημο, τὴν ἀναφέρουν ὅμως ἀρκετοὶ Κώδικες. Ἐδῶ παραθέτουμε ἀκριβῶς τὰ γραφόμενα στὸν Λαυριωτικὸ Κώδικα Ι  73:

Τῇ αὕτη ἡμέρα (ζ’ Αὐγούστου) μνήμην ἐπιτελοῦμεν τῆς ὑπὲρ λόγον καὶ παρὰ πᾶσαν ἐλπίδα δωρηθείσης ἡμῖν τελείας βοηθείας παρὰ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν κατὰ τῶν πανταχόθεν διά τε γῆς καὶ θαλάσσης κυκλωσάντων ἡμᾶς ἄθεων ἐχθρῶν, μεσιτευσάσης τὴν σωτηρίαν τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως τῆς ἀσπόρως Αὐτὸν Τεκούσης Παναγίας Ἀχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Τοῦτο δὲ γέγονε κατὰ τοὺς χρόνους Ἡρακλείου τοῦ Βασιλέως, ὄτε Χοσρόης ὁ τῶν Περσῶν βασιλεὺς Σάρβαρον τὸν αὐτοῦ στρατηλάτην μετὰ δυνάμεως βαρείας κατὰ τῆς θεοφύλακτου ταύτης πόλεως ἐξέπεμψεν ὃς πᾶσαν τὴν Ἀνατολὴν ληϊσάμενος τὸν ἐν Χαλκηδόνι πορθμὸν κατέλαβε, προσδοκῶν καὶ τὴν ἐν πόλεσι μεγίστην ἐλεΐν. Ταῦτα ἰδὼν Ἡράκλειος διὰ τοῦ Εὐξείνου Πόντου τῇ Περσίδι κατέλαβε, πλείονα ἐν αὕτῃ ἐργασάμενος ἡ ὧν  Πέρσαι τῶν Ρωμαίων γῆν διερχόμενοι, τοὺς υἱοὺς αὐτοῦ ἐνταύθα καταλιπῶν μετὰ τοῦ Σεργίου Πατριάρχου καὶ Βώνου τοῦ θαυμάσιου. Χαγάνος δὲ ὁ τῶν Ἀβάρων ἡγούμενος καὶ αὐτὸς μὲν τῶν ὁμόρων ἐθνῶν παραλαβῶν πλῆθος διὰ γῆς καὶ θαλάσσης καὶ αὐτὸς τὴν Κωνσταντινούπολιν προσέβαλεν ὥστε ἐξ ἀνατολῶν δὲ τοὺς Σκύθας, καὶ αὐτὴν πάντοθεν περιληφθεῖσαν εἴτα τὰ ἑαυτῶν ποιοῦντες ἐλεΐν ἤλπιζαν πόλιν τῷ σταυρῷ καὶ τοὶς πάθεσι Χριστοῦ σεμνυνομένην καὶ τῇ Θεοτόκῳ ὑπ' αὐτοῦ δῶρον δεδομένην. Πᾶσα οὒν ἐλέπολιν καὶ τειχομαχίαν τὴν μὲν δρῶντες, τὴν δὲ μελετῶντες βαρβαρικώτεροι γενναίως ἤσαν ἀνθιστάμενοι. Βῶνος δὲ τούτους ἣν ὁ πρὸς μάχην διεγείρων καὶ πολὺς φόνος ἐξ ἑκατέρου μέρους ἐγένετο. Οὕτως οὒν τρὶς καὶ τετράκις συμβαλόντες καὶ τῇ τῆς Θεοτόκου συμμαχίᾳ, ἄπρακτοι διαμείναντες εἰς θυμὸν διεγείρονται μέγιστον. Ὅθεν τοῦτο οἱ τὴν πόλιν οἰκοῦντες διαγνόντες, πρεσβείας πρὸς Χαγάνον στέλλουσι μετὰ χρημάτων συχνῶν εἰρηνικὰ γενέσθαι σπονδᾶς ἐξαιτούμενοι, ὁ δὲ φιλάργυρος τὴν γνώμην καὶ τὸν τρόπον ὧν, τὰ μὲν χρήματα ἔλαβε, τοὺς δὲ πρέσβεις ἄπρακτους ἀπέστειλε, «αὔριον, ἀφήσας, τὴν πόλιν ὑμῶν ὡς νοσσιᾶν τῇ χειρί μου καταλήψομαι καὶ πάντας μονοχίτωνας ἐξελθεὶν ἐάσως πλεῖον γὰρ τούτου οὐ φιλανθρωπεύσομαι πρὸς ὑμᾶς», πολλὰ πρότερον κατὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν καὶ τῆς Αὐτὸν τεκούσης βλασφημήσας. Ταῦτα οἱ τὴν πόλιν οἰκοῦντες ἀκούσαντες καὶ ὅσον Ἱερατικόν, ὅσον τε λαϊκὸν καὶ συγκλητικὸν εἰς τοὺς θείους ναοὺς ἐλιτάνευον, τᾶς χεῖρας εἰς οὐρανοὺς αἴροντες καὶ «Κύριε ἐξ ἁγίου κατοικητηρίου», λέγοντες, «ἔπιδε ἐπὶ τῷ μιαρῷ Χαγάνω καὶ ἐπὶ πάσι τοὶς ὑπ' αὐτοῦ τολμωμένοις καὶ κατάβαλε αὐτό, ὁ ὑπερασπιστὴς ἠμῶν, Ὅπως μὴ εἴπῃ, ποὺ ἐστὶν ὁ Θεὸς αὐτῶν», καὶ οἱ μὲν ηὔχοντο κλαίοντες, οἱ δὲ διὰ τὲ γῆς καὶ θαλάσσης ἐν μίᾳ ἔγνων συρρηγνύειν τὸν πόλεμον ὁ δὲ ὑπ’ αὐτῶν βλασφημούμενος Κύριος, τὴ πρεσβεία τῆς Αὐτὸν τεκούσης, ἀνέμους σφοδροὺς καὶ στροβίλους τῇ θαλάσσῃ ἐκπέμψας καὶ πᾶσαν διαταράξας, αὔτανδρα τὰ σκυθικὰ πλοῖα τῇ θαλάσσῃ παρέπεμψεν ἐνθεῖς δὲ καὶ τοὶς ἐν πόλει θάρσος, ὅσον τούτοις δέος κατὰ τῶν βλάσφημων ἐξέπεμψεν εἰς τοὺς βαρβάρους δὲ τοσούτον φόνον εἰργάσαντο, ὅσον οὐδὲ ἀριθμῆσαι τὶς δύναται. Ταῦτα οὐδὲ τοὺς Πέρσας ἔλαβεν οὕτω πραχθέντα, οἱ χεῖρα - ὡς λόγος - ἐπὶ στόματος θέντες ὑπέστρεψαν ἄπρακτοι, ὁ δὲ Ἱεράρχης καὶ ἅπαν τῆς ἐκκλησίας τὸ πλήρωμα σὺν δάκρυσιν ἐπινίκια ἦδον καὶ χαριστήρια. «Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχὺ, ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθροὺς καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους· πάντα τὰ ἔθνη ἐκύκλωσαν ἡμᾶς καὶ τῷ ὀνόματί σου, Κύριε, ἠμυνάμεθα ταῦτα». Οὕτως ἡ Παναγία καὶ Ὑπεράμωμος Θεοτόκος, ἡ τῶν Χριστιανῶν ἀντίληψις, περὶ ἡμᾶς τὴν ἰσχὺν αὐτῆς ἀπεδείξατο καὶ τὴν μεγάλην καὶ παράδοξον σωτηρίαν ταύτην ἡμῖν ἐδωρήσατο. Δία ταῦτα τὴν παροῦσαν ἀνάμνησιν ἐτησίως πανηγυρίζομεν ἐν τῷ σεβασμίῳ αὐτῆς οἴκῳ, τῷ ὄντι ἐν Βλαχέρναις.






  • banner

  • banner

  • banner